Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.498 Joseph. BJ 2.504 (English) >>Joseph. BJ 2.510

2.502πλεῖστοι δὲ κἀκ τῶν πόλεων ἐπίκουροι συνελέγησαν, ἐμπειρίᾳ μὲν ἡττώμενοι τῶν στρατιωτῶν, ταῖς δὲ προθυμίαις καὶ τῷ κατὰ Ἰουδαίων μίσει τὸ λεῖπον ἐν ταῖς ἐπιστήμαις ἀντιπληροῦντες. παρῆν δὲ καὶ αὐτὸς Ἀγρίππας Κεστίῳ τῆς τε ὁδοῦ καὶ τῶν συμφερόντων ἐξηγούμενος. 2.503ἀναλαβὼν δὲ μέρος τῆς δυνάμεως Κέστιος ὥρμησεν ἐπὶ πόλιν καρτερὰν τῆς Γαλιλαίας Χαβουλών, καλεῖται ἀνδρῶν, διορίζει δὲ ἀπὸ τοῦ ἔθνους τὴν Πτολεμαΐδα. 2.504καὶ καταλαβὼν αὐτὴν ἔρημον μὲν ἀνδρῶν, ἀναπεφεύγει γὰρ τὸ πλῆθος εἰς τὰ ὄρη, πλήρη δὲ παντοίων κτημάτων, τὰ μὲν ἐφῆκεν τοῖς στρατιώταις διαρπάζειν, τὸ δὲ ἄστυ καίτοι θαυμάσας τοῦ κάλλους ἔχον τὰς οἰκίας ὁμοίως ταῖς ἐν Τύρῳ καὶ Σιδῶνι καὶ Βηρυτῷ δεδομημένας, ἐνέπρησεν. 2.505ἔπειτα τὴν χώραν καταδραμὼν καὶ διαρπάσας μὲν πᾶν τὸ προσπῖπτον καταφλέξας δὲ τὰς πέριξ κώμας ὑπέστρεψεν εἰς τὴν Πτολεμαΐδα. 2.506πρὸς δὲ ταῖς ἁρπαγαῖς ἔτι τῶν Σύρων ὄντων καὶ τὸ πλέον Βηρυτίων ἀναθαρσήσαντες οἱ Ἰουδαῖοι, καὶ γὰρ ἀποκεχωρηκότα συνίεσαν Κέστιον, τοῖς ἀπολειφθεῖσιν ἀδοκήτως ἐπέπεσον καὶ περὶ δισχιλίους αὐτῶν διέφθειραν. 2.507

δὲ Κέστιος ἀναζεύξας ἀπὸ τῆς Πτολεμαΐδος αὐτὸς μὲν εἰς Καισάρειαν ἀφικνεῖται, μοῖραν δὲ τῆς στρατιᾶς προέπεμψεν εἰς Ἰόππην, προστάξας, εἰ μὲν καταλαβέσθαι δυνηθεῖεν τὴν πόλιν, φρουρεῖν, εἰ δὲ προαίσθοιντο τὴν ἔφοδον, περιμένειν αὐτόν τε καὶ τὴν ἄλλην δύναμιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.498 Joseph. BJ 2.504 (English) >>Joseph. BJ 2.510

Powered by PhiloLogic